Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Εὐφροσύνης, θυγατρὸς Παφνουτίου τοῦ Αἰγυπτίου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Παφνουτίου. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τοῦ μεγάλου σεισμοῦ, ἐν ᾗ τελεῖται ἡ ἐν ἀέρι ἁρπαγὴ τοῦ παιδός. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων μαρτύρων Παύλου, Τάττης, καὶ τέκνων αὐτῶν Σαβινιανοῦ, Μαξίμου, Ῥούφου καὶ Εὐγενίου.