Μνήμη τοῦ Ἁγίου Μάρτυρος Καλλιστράτου, καὶ τῶν σὺν αὐτῷ.

September-26
Κατηγορία
Heiligenkalender
Date

27 Σεπ 2026

Ἁγιολόγιον τῆς Ὀρθοδόξου Ἐκκλησίας


Τῇ ΚΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἁγίου Μάρτυρος Καλλιστράτου, καὶ τῶν σὺν αὐτῷ ἁγίων μθ' Μαρτύρων. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἁγίας Μάρτυρος Ἐπιχάρεως. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰγνατίου, Ἡγουμένου γενομένου τῆς Μονῆς τοῦ Σωτῆρος Χριστοῦ, τοῦ ἐπιλεγομένου Βαθέος Ῥύακος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἀποστόλων Μάρκου, Ἀριστάρχου, καὶ Ζήνωνος. Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τῶν Ἁγίων Μαρτύρων Φιλήμονος ἐπισκόπου, καὶ Φουρτουνιανοῦ καὶ τῆς Ἁγίας Μάρτυρος Γαϊανῆς. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων δεκαπέντε Μαρτύρων, οἵτινες ἐν πλοίῳ ἐμβληθέντες τοῦ πλοίου πυρποληθέντος, ἐν τῇ θαλάσσῃ ἀπεπνίγησαν. Ἡ ἁγία Μάρτυς Ἀκυλῖνα, ῥάβδοις συνθλασθεῖσα τελειοῦται.